Predchádzajúca kapitola

4. kapitola

1 Πόθεν πόλεμοι καὶ ⸀πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 ⸀μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν ἐν ἡμῖν; 6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· 8 ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς. 11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς ⸀ἐστιν νομοθέτης ⸂καὶ κριτής⸃, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον; 13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.